Manuscripts/GrAmp
This Greek text was produced according to the following criteria:
1. Where the LXX witnesses agree, that text is followed and presented with in minuscule letters and polytonic accents. Initial words for chapters and proper name are capitalized. Ephelcystic/movable nu is produced.
2. Where the witnesses differ, preference is given to the reading of Codex Vaticanus unless it contains an obvious typographical error. In that case, the reading of Codex Sinaiticus is used. Abbreviations are expanded to full text.
3. Aristarchaen signs (obelus, metobolus, and asterisk) are present when they can be inferred from hexaplaric manuscripts or the Syro-hexapla.
4. Major variants in LXX witnesses and translations from daughter versions are listed in the pop-up/linked text.
Text
1 Μετὰ δὲ τὸ παύσασθαι Ἐλιοῦ τῆς λέξεως εἶπεν ὁ κύριος τῷ Ιὼβ διὰ λαίλαπος καὶ νεφῶν
2 τίς οὗτος ὁ κρύπτων με βουλήν συνέχων δὲ ῥήματα ἐν καρδίᾳ ἐμὲ δὲ οἴεται κρύπτειν
3 ζῶσαι ὥσπερ ἀνήρ τὴν ὀσφύν σου ἐρωτήσω δὲ σε σὺ δέ μοι ἀποκρίθητι
4 ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν απάγγειλον δέ μοι εἰ ἐπίστῃ σύνεσιν
5 τίς ἔθετο τὰ μέτρα αὐτῆς εἰ οἶδας ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς
6 ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς
7 ὅτε ἐγενήθησαν ἄστρα ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου
8 ἔφραξα δὲ θάλασσαν πύλαις ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη
9 ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα
10 ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας
11 εἶπα δὲ αὐτῇ μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ άλλ' ἐν σεαυτῇ συντριβήσεται σου τὰ κύματα
12 ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν ἑωσφόρος δὲ εἶδεν τὴν ἑαυτοῦ τάξιν
13 ἐπιλαβέσθαι πτερύγων γῆς ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς
14 ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς
15 ἀφεῖλας δὲ άπὸ ἀσεβῶν τὸ φῶς βραχίονα δὲ ὑπερηφάνων συνέτριψας
16 ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας
17 ἀνοίγονται δὲ σοι φόβῳ πύλαι θανάτου πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν
18 νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ' οὐρανόν ἀναγγειλον δή μοι πόση τίς ἐστιν
19 ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς σκότους δὲ ποῖος ὁ τ́οπος
20 εἰ ἀγάγοις με εἰς ὅρια αὐτῳν εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν
21 οἶδα ἄρα ὅτι τοτε γεγέννησαι ἀριθμὸς δὲ ἐτῶν σου πολύς