Manuscripts/OGComp

From Online Critical Bible
Revision as of 18:57, 30 July 2025 by BibleAdmin (talk | contribs) (Text)

Jump to: navigation, search

Greek text of the Complutensian Polyglot (1522) (LXXComp)

Name: Greek text of Complutensian Polyglot
Text: LXX
Writing style: miniscule with initial capital letters
Date of Publication: 1514-17
Published edition: Francisci Ximenes de Cisneros, et al, ed. Vetus testamentum multiplici lingua nunc primo impressum 6 vols. Alcalá: Arnaldo Guillén de Brocar, 1514-17
online availability: images

Text

Μετὰ δὲ τὸ παύσασθαι ἐλιοῦ τῆς λέξεως ἐ͂ιπεν ὁ
κύριος τῶ ἰὼβ διὰ λαίλαπος κὰι νεφέλης· τὶς ὁ͂υτος ὁ
κρύπτων βουλήν, συνέχων δὲ ῥηματα ἐν καρδία, ἐμὲ
δὲ ὄιεται κρύπτειν; ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρω
τήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι· ποῦ ἦς ἐν τῶ θε⸗
μελιοῦν μὲ τὴν γῆν; ἀπάγγειλον δέ μοι ἐι ἐπίϛη σύνε⸗
σιν; τίς ἔθετο τὰ μέτρα ἀυτῆς ἐι ὀ͂ιδας; ἤ τίς ὁ ἐπα⸗
γαγὼν σπαρτίον ἐπ’ ἀυτῆς; ἐπὶ τίνος ὁι κρίκοι ἀυτῆς πε⸗
πήγασι; τίς δέ ἐϛιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ ἁυτῆς,
ὅτε ἐγενήθησαν ἄϛρα ἤνεσάν με φωνῆ μεγἀλη πάντες
ἄγγελοί μου. ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαι⸗
μασσεν ἐκ κοιλίας μητρὸς ἀυτῆς ἐκ πορευομένη ἐθέμην
δὲ ἀυτῆ νέφος ἀμφίασιν, ὀμίχλη δὲ ἀυτὴν ἐσπαργάνω
σα· ἐθέμην δὲ ἀυτῆ ὅρια περιθεὶς κλεῖθρα κὰι πύλας· ἐ͂ι
πα δὲ ἀυτη μέχρι τούτου ἐλεύση, κὰι ὀυχ ὑπερβήση,
ἀλλ’ ἐν σεαυτῆ συντριβήσιταί σοι τὰ κύματα·

oooooooooooooooooooooooooooooooooooooooooooooo

ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν, ἑωσφόρος δὲ ἐ͂ι
δε τὴν ἑαυτοῦ τάξιν; ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτι
νάξαι ἀσεβεῖς ἐξ ἀυτῆς· κὰι σὺ λαβὼν γῆς πηλόν, ἔπλα
σας ζῶον, κὰι λαλητὸν ἀυτὸν ἔθου ἐπὶ γῆς· ἀφεῖλες δὲ
ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέ
τριψας· ἦλθες ἐπὶ γῆν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσ
σου περιεπάτησας; ἀνοιγονται δέ σοι φόβω πύλαι θα
νάτου· πυλωροὶ δὲ ἅδου ἰδόντες σε ἔπτηξαν; νενιυ
θέτησαι δὲ τὸ ἐ͂υρος τῆς ὑπ’ ὀυρανόν, ἀνάγγειλον δή μοι πό
ση τίς ἐϛι; ποία δὲ γῆ ἀυλίζεται τὸ φῶς, σκότους δὲ
ποῖος ὁ τόπος; ἐι ἀγάγοις με ἐις ὅρια ἀυτῶν, ἐι δὲ
κὰι ἐπίϛασαι τρίβους ἀυτῶν; ὀ͂ιδα ἄρα ὁτι τότε γεγέν
νησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς·ἦλθες δὲ ἐπὶ θη
σαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; ἀπώ
κειται δὲ σοι ἐις ὥραν ἐχθρῶν ἐις ἡμέραν πωλέμου κὰι
μάχις· πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται
νότος ἐις τὴν ὑπ’ ὀυρανόν; τίς δὲ ἡτοίμασεν ὑετῶ λά
βρω ῥύσιν, ὁδὸν δὲ κυδοιμῶ; τοῦ ὑετίσαι ἐπὶ γῆν οὗ
ὀυκ ἀνήρ, ἔρημον οὗ ὀυχ ὑπάρχει ἄνθρωπος ἐν ἀυτῆ·
τοῦ χορτάσαι ἄβατον κὰι ἀοίκητον, κὰι τοῦ ἐκβλα
ϛῆσαι ἔξοδον χλόης· τίς ἐϛὶν ὑετοῦ πατήρ; τίς δὲ
ἐϛίν ὁτετοκὼς βόλους δρόσου; ἐκ γαςρὸς δὲ τίνος
ἐκπορεύεται ὁκρυϛαλλος; πάχνην δὲ ἐν ὀυρανῶ τίς
τέτοκεν; ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον, πρόσωπον
δὲ ἀβύσσου τίς ἔτηξε; συνῆκας δὲ δεσμὸν πλειά⸗
δος κὰι φραγμὸν ὠρίωνος ἤνοιξας; ἤ διανοίξεις μα⸗
ζουρὼθ ἐν καιρῶ ἀυτοῦ, κὰι ἕσπερον ἐπί κόμης ἀυ⸗
τοῦ ἄξεις ἀυτόν; ἐπίϛασαι δὲ τροπάς ὀυρανοῦ, ἤ τὰ
ὑπ’ ὀυρανὸν ὁμοθυμαδὸν γινόμενα; καλεσεις δὲ νέ⸗
φος φωνῆ, κὰι τρόμω ὕδατος λάβρου ὑπακούσεταί
σοι; ἀποϛελεῖς δὲ κεραυνοὺς κὰι πορεύσονται, έροῦ
σι δέ σοι, τί ἐϛί; τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσμα
τος σοφίαν, ἢ ποικιλτικὴν ἐπιϛήμην; τίς δὲ ooo
oooooooooooooooooooooooooooooooooooooooooooooo
oooooooooooooooooooooooooooooooooooooooooooooo
oooooooooooooooooooooooooooooooooooooooooooooo

ὁ ἀριθμῶν νέφη σοφία, ὀυρανὸν δὲ ἐις γῆν ἔκλινε κέ⸗
χυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ ἀυτὸν ὥσπερ
λίθω κύβον;< θηρεύσεις δὲ λέουσι βοράν, ψυχὰς δὲ δρα
κόντων ἐμπλησεις; δεδοίκασι γὰρ ἐν κοίταις ἀυτῶν,
κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες; τίς δὲ ἡτοίμαδε
κόρακι βοράν, νεοσσοί γὰρ ἀυτῶν πρὸς κύριον κεκρά⸗
γασι· πλανώμενοι τὰ σῖτα ζητοῦντες;